Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 39.1 | Dem. 39.5 (English) | >>Dem. 39.8 |
39.3ὁ πατὴρ δέ (πᾶσα γὰρ εἰρήσεται ἡ ἀλήθειʼ , ὦ ἄνδρες δικασταί ) ἅμα μὲν φοβούμενος εἰς δικαστήριον εἰσιέναι , μή τις , οἷʼ ὑπὸ πολιτευομένου , ἑτέρωθί που λελυπημένος ἐνταυθοῖ ἀπαντήσειεν αὐτῷ , ἅμα δʼ ἐξαπατηθεὶς ὑπὸ τῆς τουτουὶ μητρός , ὀμοσάσης αὐτῆς ἦ μήν , ἐὰν ὅρκον αὐτῇ διδῷ περὶ τούτων , μὴ ὀμεῖσθαι , τούτων δὲ πραχθέντων οὐδὲν ἔτʼ ἔσεσθαι αὐτοῖς , καὶ μεσεγγυησαμένης ἀργύριον , ἐπὶ τούτοις δίδωσι τὸν ὅρκον .
39.4ἡ δὲ δεξαμένη , οὐ μόνον τοῦτον , ἀλλὰ καὶ τὸν ἀδελφὸν τὸν ἕτερον πρὸς τούτῳ κατωμόσατʼ ἐκ τοῦ πατρὸς εἶναι τοῦ ἐμοῦ . ὡς δὲ τοῦτʼ ἐποίησεν , εἰσάγειν εἰς τοὺς φράτερας ἦν ἀνάγκη τούτους καὶ λόγος οὐδεὶς ὑπελείπετο . εἰσήγαγεν , ἐποιήσατο , ἵνα τἀν μέσῳ συντέμω , ἐγγράφει τοῖς Ἀπατουρίοις τουτονὶ μὲν Βοιωτὸν εἰς τοὺς φράτερας , τὸν δʼ ἕτερον Πάμφιλον · Μαντίθεος δʼ ἐνεγεγράμμην ἐγώ .
39.5συμβάσης δὲ τῷ πατρὶ τῆς τελευτῆς πρὶν τὰς εἰς τοὺς δημότας ἐγγραφὰς γενέσθαι , ἐλθὼν εἰς τοὺς δημότας οὑτοσὶ ἀντὶ Βοιωτοῦ Μαντίθεον ἐνέγραψεν ἑαυτόν . τοῦτο δʼ ὅσα βλάπτει ποιῶν πρῶτον μὲν ἐμέ , εἶτα δὲ καὶ ὑμᾶς , ἐγὼ διδάξω , ἐπειδὰν ὧν λέγω παράσχωμαι μάρτυρας .ὃν μὲν τοίνυν τρόπον ἡμᾶς ἐνέγραψεν ὁ πατήρ , ἀκηκόατε τῶν μαρτύρων · ὅτι δʼ οὐκ οἰομένου τούτου δεῖν ἐμμένειν , δικαίως καὶ ἀναγκαίως ἔλαχον τὴν δίκην , τοῦτʼ ἤδη δείξω . ἐγὼ γὰρ οὐχ οὕτω δήπου σκαιός εἰμʼ ἄνθρωπος οὐδʼ ἀλόγιστος , ὥστε τῶν μὲν πατρῴων , ἃ πάντʼ ἐμὰ ἐγίγνετο , ἐπειδήπερ ἐποιήσατο τούτους ὁ πατήρ , συγκεχωρηκέναι τὸ τρίτον νείμασθαι μέρος καὶ στέργειν ἐπὶ τούτῳ , περὶ δʼ ὀνόματος ζυγομαχεῖν , εἰ μὴ τὸ μὲν ἡμᾶς μεταθέσθαι μεγάλην ἀτιμίαν ἔφερε καὶ ἀνανδρίαν , τὸ δὲ ταὐτὸν ἔχειν τοῦτον ἡμῖν ὄνομα διὰ πόλλʼ ἀδύνατον ἦν .
Μάρτυρες
39.6
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 39.1 | Dem. 39.5 (English) | >>Dem. 39.8 |